Alert icon
We're changing our privacy policy. This stuff matters.  Learn more  Dismiss

Προσόμια Εσπερινού Αγίου Γεωργίου

Loading...

Sign in or sign up now!
Alert icon
Upgrade to the latest Flash Player for improved playback performance. Upgrade now or more info.
209 views
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Nov 4, 2011

ΑΠΟΣΠΑΣΜΑ ΑΠΟ ΤΗΝ ΙΕΡΑ ΑΓΡΥΠΝΙΑ ΤΟΥ ΤΕΛΕΣΤΗΚΕ ΣΤΟΝ ΙΕΡΟ ΝΑΟ ΤΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΗΣ ΓΕΦΥΡΑΣ ΠΙΕΡΙΑΣ ΕΠΙ ΤΗ ΕΟΡΤΗ ΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΤΩΝ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Φιλομαρτύρων τὰ πλήθη πόθῳ ἀθροίσθητε, καὶ λείψανον τὸ θεῖον, τοῦ στεῤῥοῦ Γεωργίου, προσπτύξασθε σὺν φόβῳ καὶ χαρμονῇ, ἐξ αὐτοῦ κομιζόμενοι, ῥῶσιν ψυχῆς ῥῶσιν σώματος ἀληθῆ, καὶ κακῶν παντοίων λύτρωσιν.

Τῶν μακαρίων οἱ δῆμοι νῦν συν-αγάλλονται, τῷ πνεύματί σου Μάρτυς, τῷ ἀΰλῳ ἐν πόλῳ, ἡμεῖς δὲ οἱ σοι δοῦλοι τὸ ὑλικόν, σοῦ κατέχοντες λείψανον, ἐπὶ τῆς γῆς ἀγαλλόμεθα ψαλμικώς, σὲ ἐν ὕμνοις μακαρίζοντες.

Ἡ εὐωδία τῶν θείων ὀστῶν σου Ἅγιε, ὑπὲρ νάρδον καὶ κρόκον, καὶ ἀρώματα πάντα, ψυχῆς εὐωδιάζει καὶ τῆς σαρκός, τὰς αἰσθήσεις Γεώργιε· διὸ συνήχθημεν πάντες μνήμῃ τῇ σῇ, εἰς ὀσμὴν σεπτῶν λειψάνων σου.

Ἐν τῇ τοῦ ἔαρος ὤρᾳ πανηγυρίσαντες, τὴν ἄθλησίν σου Μάρτυς, συνηυφράνθημεν πάντες· νῦν δὲ ἐν μετοπώρῳ Γεώργιε, σοῦ λειψάνων κατάθεσιν, πανηγυρίζοντες αὔθις πόθῳ πολλῷ, ἐκ καρδίας εὐφραινόμεθα.

ἕτερα.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῶν πιστῶν ἅπας σύλλογος, ἐπαξίως ὑμνήσωμεν, τὸν κλεινὸν Γεώργιον καὶ ἀήττητον· ἰδοὺ γᾶρ σήμερον ἔλαμψεν, αὐτοῦ ἡ σεβάσμιος, καὶ τιμία ἑορτή, τὴν λειψάνων κατάθεσιν, αὐτοῦ φέρουσα, δι᾿ ὧν κόσμῳ παρέχει τὰς ἰάσεις, καὶ
θαυμάτων θεία ῥεῖθρα, τοῖς εὐλαβῶς προσπελάζουσι.

Δεῦτε πάντες ἀντλήσατε, μὴ κενούμενα νάματα, θεοβρύτου χάριτος καὶ χρηστότητος, Πνεύματι θείῳ βλυστάνοντα, ἐκ τῆς θείας λάρνακος , τῶν λειψάνων τῶν σεπτῶν, Γεωργίου τοῦ Μάρτυρος, ἀνακράζοντες· χαῖρε δόξα Χριστοῦ τῆς Ἐκκλησίας, Ἀθλητὰ Τροπαιοφόρε, τῶν εὐσεβῶν ἀγαλλίαμα.

Τὴν ἁγίαν κατάθεσιν, τῶν παντίμων λειψάνων σου, Ἀθλητὰ Γεώργιε ἑορτάζοντες, χάριτος θείας πληρούμεθα, ὀσμὴν δὲ οὐράνιον, προϊοῦσαν ἐξ αὐτῶν, μυστικῶς κομιζόμεθα, μεγαλύνοντες, τὰς μεγάλας σοῦ Μάρτυς ἀριστείας, καὶ τὰς θείας σοῦ ἐκφάνσεις, τῶν θαυμαστῶν ἀντιλήψεων.

Ὥσπερ θεῖον θησαύρισμα, καὶ πηγὴν ἁγιάσματος, τὴν σορὸν Γεώργιε τῶν λειψάνων σου, ἀπὸ τοῦ τάφου κομίσαντες, εἰς Λύδδαν μετήγαγον, καὶ κατέθεντο αὐτά, εἰς ναὸν τὸν περί-βλεπτον, ὃν σοι ἤγειραν· οὗ τὴν μνείαν τελοῦντες ἐτησίως, ἑορτήν σοι φωτοφόρον, ἄγομεν Μάρτυς γηθόμενοι.

Category:

Music

Tags:

License:

Standard YouTube License

  • likes, 0 dislikes

Link to this comment:

Share to:
see all

All Comments (0)

Sign In or Sign Up now to post a comment!
Loading...

Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more