Psalm 134, Greek Orthodox Byzantine Chant

Loading...

Sign in or sign up now!
Alert icon
Upgrade to the latest Flash Player for improved playback performance. Upgrade now or more info.
32,828
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Mar 11, 2009

Psalm 134, Choir of Convent of the Annunciation, Ormylia (Chalkidiki Greece)
Lyrics in Greek:

Verse: 1 Αλληλουια. Αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον,
Verse: 2 οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου ϑεοῦ ἡμῶν.
Verse: 3 αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαϑὸς κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
Verse: 4 ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος, Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ.
Verse: 5 ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς ϑεούς·
Verse: 6 πάντα, ὅσα ἠϑέλησεν ὁ κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς ϑαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
Verse: 7 ἀνάγων νεϕέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ ϑησαυρῶν αὐτοῦ.
Verse: 8 ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνϑρώπου ἕως κτήνους·
Verse: 9 ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
Verse: 10 ὃς ἐπάταξεν ἔϑνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
Verse: 11 τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν,
Verse: 12 καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ.
Verse: 13 κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
Verse: 14 ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληϑήσεται.
Verse: 15 τὰ εἴδωλα τῶν ἐϑνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνϑρώπων·
Verse: 16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀϕϑαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
Verse: 17 ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισϑήσονται, οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
Verse: 18 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιϑότες ἐπ' αὐτοῖς.
Verse: 19 οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον· οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον·
Verse: 20 οἶκος Λευι, εὐλογήσατε τὸν κύριον· οἱ ϕοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.
Verse: 21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ.

  • likes, 5 dislikes

All Comments

Adding comments has been disabled for this video.

Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more