"ΣΩ. Ἀλλ΄ οὔτ΄ ἀπολέσθαι τὰ κακὰ δυνατόν͵ ὦ Θεόδωρε - ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη - οὔτ΄ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι͵ τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γάρ͵ ὦ ἄριστε͵ οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν͵ ἀρετὴν δὲ διώκειν͵ τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον͵ τὸ δ΄ οὔ͵ ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι· ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος͵ ὡς ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγωμεν. θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος͵ ἀλλ΄ ὡς οἷόν τε δικαιότατος͵ καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία."
ὁμοίωσις θεῷ, Πλάτων
"ΣΩ. Ἀλλ΄ οὔτ΄ ἀπολέσθαι τὰ κακὰ δυνατόν͵ ὦ Θεόδωρε - ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη - οὔτ΄ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι͵ τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα...
@NutGobblingCroats
What are you babbling about?